Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐ καιρήσεις;
Τοξότης
  1. ἔτι γὰρ γρύζεις;
Εὐριπίδης
  1. ἔτι γὰρ γρύζεις;
Τοξότης
  1. λαβὲ τὴ μιαρά.
Εὐριπίδης
  1. λαβὲ τὴ μιαρά.
Τοξότης
  1. λάλο καὶ κατάρατο γύναικο.
Εὐριπίδης
  1. ὦ θεοὶ τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθα
  2. ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
  3. τέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερον
  4. Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
  5. κάρα κομίζων.
Τοξότης
  1. τί λέγι; τὴ Γόργος πέρι
  2. τὸ γραμματέο σὺ τὴ κεπαλή;
Εὐριπίδης
  1. τὴν Γοργόνος
  2. ἔγωγε φημί.
Τοξότης
  1. Γόργο τοι κἀγὼ λέγι.
Εὐριπίδης
  1. ἔα· τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον
  2. θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
Μνησίλοχος
  1. ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,
  2. λῦσόν με δεσμῶν.