Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- νέκυσιν ἐπὶ πορείαν.
- χαῖρʼ ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα
- ὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
- σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
- Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
- ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
- Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
- ἀλλʼ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,
- κλάειν ἐλεινῶς.
- σὲ δʼ ἐπικλάειν ὕστερον.
- ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλʼ ἄρχου λόγων.
- ὦ νὺξ ἱερὰ
- ὡς μακρὸν ἵππευμα διώκεις
- ἀστεροειδέα νῶτα διφρεύουσʼ
- αἰθέρος ἱερᾶς
- τοῦ σεμνοτάτου διʼ Ὀλύμπου;
- διʼ Ὀλύμπου.
- τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν
- μέρος ἐξέλαχον—
- μέρος ἐξέλαχον—