Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. θανάτου τλήμων;
Εὐριπίδης
  1. θανάτου τλήμων;
Μνησίλοχος
  1. ἀπολεῖς μʼ ὦ γραῦ στωμυλλομένη.
Εὐριπίδης
  1. στωμυλλομένη.
Μνησίλοχος
  1. νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας
  2. λίαν.
Εὐριπίδης
  1. λίαν.
Μνησίλοχος
  1. ὦγάθʼ ἔασόν με μονῳδῆσαι,
  2. καὶ χαριεῖ μοι. παῦσαι.
Εὐριπίδης
  1. παῦσαι.
Μνησίλοχος
  1. βάλλʼ ἐς κόρακας.
Εὐριπίδης
  1. βάλλʼ ἐς κόρακας.
Μνησίλοχος
  1. τί κακόν;
Εὐριπίδης
  1. τί κακόν;
Μνησίλοχος
  1. ληρεῖς.
Εὐριπίδης
  1. ληρεῖς.
Μνησίλοχος
  1. οἴμωζʼ.
Εὐριπίδης
  1. οἴμωζʼ.
Μνησίλοχος
  1. ὀτότυζʼ.
Εὐριπίδης
  1. ὀτότυζʼ.