Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- γοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς
- μέλεα μὲν πέπονθα μέλεος,
- ὦ τάλας ἐγὼ τάλας,
- ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα,
- φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα
- γόον †φεύγουσαν†
- αἰαῖ αἰαῖ ἒ ἒ,
- ὃς ἔμʼ ἀπεξύρησε πρῶτον,
- ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν·
- ἐπὶ δὲ τοῖσδʼ ἐς τόδʼ ἀνέπεμψεν
- ἱερόν, ἔνθα γυναῖκες.
- ἰώ μοι μοίρας ἄτεγκτε δαίμων·
- ὦ κατάρατος ἐγώ·
- τίς ἐμὸν οὐκ ἐπόψεται
- πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
- εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ—
- τὸν βάρβαρον ἐξολέσειεν.
- οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν
- ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
- λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαν