Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὑπὸ τῆς ὁδοῦ;
- παλαιόρ γα ναὶ τὸν Κάστορα
- ὥνθρωπος.
- ἀλλʼ ἔστυκας ὦ μιαρώτατε.
- οὐ τὸν Δίʼ οὐκ ἐγών γα· μηδʼ αὖ πλαδδίη.
- τί δʼ ἐστί σοι τοδί;
- σκυτάλα Λακωνικά.
- εἴπερ γε χαὔτη ʼστὶ σκυτάλη Λακωνική.
- ἀλλʼ ὡς πρὸς εἰδότʼ ἐμὲ σὺ τἀληθῆ λέγε.
- τί τὰ πράγμαθʼ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;
- ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι
- ἅπαντες ἐστύκαντι· Πελλάνας δὲ δεῖ.
- ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;
- ἀπὸ Πανός;
- οὔκ, ἀλλʼ ἆρχεν οἰῶ Λαμπιτώ,
- ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα
- γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος
- ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.
- πῶς οὖν ἔχετε;
- μογίομες. ἂν γὰρ τὰν πόλιν