Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες.
  2. ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν
  3. ἐῶντι, πρίν γʼ ἅπαντες ἐξ ἑνὸς λόγω
  4. σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα.
Κινησίας
  1. τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
  2. ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω.
  3. ἀλλʼ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
  4. αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί.
  5. ἐγὼ δʼ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
  6. πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.
Κῆρυξ Λακεδαιμονίων
  1. ποτάομαι· κράτιστα γὰρ παντᾷ λέγεις.
Χορὸς γερόντων
  1. οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
  2. οὐδὲ πῦρ, οὐδʼ ὧδʼ ἀναιδὴς οὐδεμία πόρδαλις.
Χορὸς Γυναικῶν
  1. ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
  2. ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμʼ ἔχειν φίλην;
Χορὸς γερόντων
  1. ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
Χορὸς Γυναικῶν
  1. ἀλλʼ ὅταν βούλῃ σύ· νῦν δʼ οὖν οὔ σε περιόψομαι
  2. γυμνὸν ὄνθʼ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ.
  3. ἀλλὰ τὴν ἐξωμίδʼ ἐνδύσω σε προσιοῦσʼ ἐγώ.
Χορὸς γερόντων
  1. τοῦτο μὲν μὰ τὸν Δίʼ οὐ πονηρὸν ἐποιήσατε·