Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἡ παμβδελυρὰ καὶ παμμυσαρά.
Κινησίας
  1. μὰ Δίʼ ἀλλὰ φίλη καὶ παγγλυκερά.
Χορὸς γερόντων
  1. ποία γλυκερά; μιαρὰ μιαρά.
Κινησίας
  1. μιαρὰ δῆτʼ ὦ Ζεῦ ὦ Ζεῦ·
  2. εἴθʼ αὐτὴν ὥσπερ τοὺς θωμοὺς
  3. μεγάλῳ τυφῷ καὶ πρηστῆρι
  4. ξυστρέψας καὶ ξυγγογγύλας
  5. οἴχοιο φέρων, εἶτα μεθείης,
  6. ἡ δὲ φέροιτʼ αὖ πάλιν ἐς τὴν γῆν,
  7. κᾆτʼ ἐξαίφνης
  8. περὶ τὴν ψωλὴν περιβαίη.
Κῆρυξ Λακεδαιμονίων
  1. πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία
  2. ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.
Κινησίας
  1. σὺ δʼ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος;
Κῆρυξ Λακεδαιμονίων
  1. κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ
  2. ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.
Κινησίας
  1. κἄπειτα δόρυ δῆθʼ ὑπὸ μάλης ἥκεις ἔχων;
Κῆρυξ Λακεδαιμονίων
  1. οὐ τὸν Δίʼ οὐκ ἐγών γα.
Κινησίας
  1. ποῖ μεταστρέφει;
  2. τί δὴ προβάλλει τὴν χλαμύδʼ; ἢ βουβωνιᾷς