Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὑπολύομαι γοῦν. ἀλλʼ ὅπως ὦ φίλτατε
  2. σπονδὰς ποιεῖσθαι ψηφιεῖ.
Κινησίας
  1. βουλεύσομαι.
  2. ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ
  3. τά τʼ ἄλλα πάντα κἀποδείρασʼ οἴχεται.
Κινησίας
  1. οἴμοι τί πάθω; τίνα βινήσω
  2. τῆς καλλίστης πασῶν ψευσθείς;
  3. πῶς ταυτηνὶ παιδοτροφήσω;
  4. ποῦ Κυναλώπηξ;
  5. μίσθωσόν μοι τὴν τίτθην.
Χορὸς γερόντων
  1. ἐν δεινῷ γʼ ὦ δύστηνε κακῷ
  2. τείρει ψυχὴν ἐξαπατηθείς.
  3. κἄγωγʼ οἰκτίρω σʼ αἰαῖ.
  4. ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι,
  5. ποία ψυχή, ποῖοι δʼ ὄρχεις,
  6. ποία δʼ ὀσφῦς, ποῖος δʼ ὄρρος
  7. κατατεινόμενος
  8. καὶ μὴ βινῶν τοὺς ὄρθρους;
Κινησίας
  1. ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν.
Χορὸς γερόντων
  1. ταυτὶ μέντοι νυνί σʼ ἐποίησʼ