Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.
- λέγοιμʼ ἂν ἤδη. πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ
- ἐπερήσομαί τι μικρόν.
- ὅ τι βούλει γε σύ.
- τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
- ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδʼ ὅτι
- πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
- ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
- ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
- ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
- ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
- πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
- ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
- ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
- οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,
- ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.
- ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,
- μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
- νὴ τὼ θεώ·
- ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον