Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
Μυρρίνη
  1. ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
  2. δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
Λαμπιτώ
  1. ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνω
  2. ἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.
Λυσιστράτη
  1. λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
  2. ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν
  3. ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
  4. ἀφεκτέʼ ἐστὶ—
Καλονίκη
  1. τοῦ; φράσον.
Λυσιστράτη
  1. ποιήσετʼ οὖν;
Καλονίκη
  1. ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
Λυσιστράτη
  1. ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
  2. τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
  3. αὗται τί μοιμυᾶτε κἀνανεύετε;
  4. τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
  5. ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε;
Καλονίκη
  1. οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Μυρρίνη
  1. μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Λυσιστράτη
  1. ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε