Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
- ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.
- ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;
- πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
- ἵκει ποθʼ ὑμέ.
- νὴ μὰ Δία Βοιωτία,
- καλόν γʼ ἔχουσα τὸ πεδίον.
- καὶ νὴ Δία
- κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
- τίς δʼ ἡτέρα παῖς;
- χαΐα ναὶ τὼ σιώ,
- Κορινθία δʼ αὖ.
- χαΐα νὴ τὸν Δία
- δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.
- τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
- τὸν τᾶν γυναικῶν;
- ἥδʼ ἐγώ.
- μύσιδδέ τοι
- ὅ τι λῇς ποθʼ ἁμέ.
- νὴ Δίʼ ὦ φίλη γύναι,