Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀμέλει ποιήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.
Κινησίας
  1. ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
Μυρρίνη
  1. ἔπαιρε σαυτόν.
Κινησίας
  1. ἀλλʼ ἐπῆρται τοῦτό γε.
Μυρρίνη
  1. βούλει μυρίσω σε;
Κινησίας
  1. μὰ τὸν Ἀπόλλω μὴ μέ γε.
Μυρρίνη
  1. νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γʼ ἤν τε μή.
Κινησίας
  1. εἴθʼ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα.
Μυρρίνη
  1. πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.
Κινησίας
  1. οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
  2. εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.
Μυρρίνη
  1. τάλαινʼ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον.
Κινησίας
  1. ἀγαθόν· ἔα αὔτʼ ὦ δαιμονία.
Μυρρίνη
  1. ληρεῖς ἔχων.
Κινησίας
  1. κάκιστʼ ἀπόλοιθʼ ὁ πρῶτος ἑψήσας μύρον.
Μυρρίνη
  1. λαβὲ τόνδε τὸν ἀλάβαστον.
Κινησίας
  1. ἀλλʼ ἕτερον ἔχω.
  2. ἀλλʼ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε
  3. μηδέν.
Μυρρίνη
  1. ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.