Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ποία ψίαθος; μὴ μοί γε.
Μυρρίνη
  1. νὴ τὴν Ἄρτεμιν,
  2. αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.
Κινησίας
  1. δός μοί νυν κύσαι.
Μυρρίνη
  1. ἰδού.
Κινησίας
  1. παπαιάξ· ἧκέ νυν ταχέως πάνυ.
Μυρρίνη
  1. ἰδοὺ ψίαθος· κατάκεισο, καὶ δὴ ʼκδύομαι.
  2. καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.
Κινησίας
  1. ἀλλʼ οὐδὲ δέομʼ ἔγωγε.
Μυρρίνη
  1. νὴ Δίʼ ἀλλʼ ἐγώ.
Κινησίας
  1. ἀλλʼ ἢ τὸ πέος τόδʼ Ἡρακλῆς ξενίζεται.
Μυρρίνη
  1. ἀνίστασʼ, ἀναπήδησον.
Κινησίας
  1. ἤδη πάντʼ ἔχω.
Μυρρίνη
  1. ἅπαντα δῆτα.
Κινησίας
  1. δεῦρό νυν ὦ χρύσιον.
Μυρρίνη
  1. τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν·
  2. μή μʼ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
Κινησίας
  1. νὴ Δίʼ ἀπολοίμην ἆρα.
Μυρρίνη
  1. σισύραν οὐκ ἔχεις.
Κινησίας
  1. μὰ Δίʼ οὐδὲ δέομαί γʼ, ἀλλὰ βινεῖν βούλομαι.