Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον;
- ὦ καταγέλαστʼ ἐναντίον τοῦ παιδίου;
- μὰ Δίʼ ἀλλὰ τοῦτό γʼ οἴκαδʼ ὦ Μανῆ φέρε.
- ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ʼκποδών,
- σὺ δʼ οὐ κατακλίνει.
- ποῦ γὰρ ἄν τις καὶ τάλαν
- δράσειε τοῦθʼ;
- ὅπου; τὸ τοῦ Πανὸς καλόν.
- καὶ πῶς ἔθʼ ἁγνὴ δῆτʼ ἂν ἔλθοιμʼ ἐς πόλιν;
- κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.
- ἔπειτʼ ὀμόσασα δῆτʼ ἐπιορκήσω τάλαν;
- εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.
- φέρε νυν ἐνέγκω κλινίδιον νῷν.
- μηδαμῶς.
- ἀρκεῖ χαμαὶ νῷν.
- μὰ τὸν Ἀπόλλω μή σʼ ἐγὼ
- καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.
- ἥ τοι γυνὴ φιλεῖ με, δήλη ʼστὶν καλῶς.
- ἰδοὺ κατάκεισʼ ἀνύσας τι, κἀγὼ ʼκδύομαι.
- καίτοι, τὸ δεῖνα, ψίαθός ἐστʼ ἐξοιστέα.