Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις
- πείθει γυναιξί, κἀμέ τʼ ἄχθεσθαι ποιεῖς
- αὐτή τε λυπεῖ;
- μὴ πρόσαγε τὴν χεῖρά μοι.
- τὰ δʼ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
- χεῖρον διατίθης.
- ὀλίγον αὐτῶν μοι μέλει.
- ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης
- ὑπὸ τῶν ἀλεκτρυόνων;
- ἔμοιγε νὴ Δία.
- τὰ δὲ τῆς Ἀφροδίτης ἱέρʼ ἀνοργίαστά σοι
- χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;
- μὰ Δίʼ οὐκ ἔγωγʼ, ἢν μὴ διαλλαχθῆτέ γε
- καὶ τοῦ πολέμου παύσησθε.
- τοιγάρ, ἢν δοκῇ,
- ποιήσομεν καὶ ταῦτα.
- τοιγάρ, ἢν δοκῇ,
- κἄγωγʼ ἄπειμʼ ἐκεῖσε· νῦν δʼ ἀπομώμοκα.
- σὺ δʼ ἀλλὰ κατακλίνηθι μετʼ ἐμοῦ διὰ χρόνου.
- οὐ δῆτα· καίτοι σʼ οὐκ ἐρῶ γʼ ὡς οὐ φιλῶ.