Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ.
Κινησίας
  1. ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;
Μυρρίνη
  1. οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.
Κινησίας
  1. ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.
Μυρρίνη
  1. ἄπειμι.
Κινησίας
  1. μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ
  2. ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν;
Παῖς Κινησίου
  1. μαμμία, μαμμία, μαμμία.
Κινησίας
  1. αὕτη τί πάσχεις; οὐδʼ ἐλεεῖς τὸ παιδίον
  2. ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;
Μυρρίνη
  1. ἔγωγʼ ἐλεῶ δῆτʼ· ἀλλʼ ἀμελὴς αὐτῷ πατὴρ
  2. ἔστιν.
Κινησίας
  1. κατάβηθʼ ὦ δαιμονία τῷ παιδίῳ.
Μυρρίνη
  1. οἷον τὸ τεκεῖν· καταβατέον. τί γὰρ πάθω;
Κινησίας
  1. ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ
  2. πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν·
  3. χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,
  4. ταῦτʼ αὐτὰ δή ʼσθʼ ἃ κἄμʼ ἐπιτρίβει τῷ πόθῳ.
Μυρρίνη
  1. ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
  2. φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.