Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τουτὶ γένοιτο, φησίν.
Κινησίας
  1. ὢ πρὸς τῶν θεῶν.
Λυσιστράτη
  1. νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γʼ ἐμπέσῃ
  2. λόγος τις, εἴρηκʼ εὐθέως ἡ σὴ γυνὴ
  3. ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.
Κινησίας
  1. ἴθι νυν κάλεσον αὐτήν.
Λυσιστράτη
  1. τί οὖν; δώσεις τί μοι;
Κινησίας
  1. ἔγωγέ σοι νὴ τὸν Δίʼ, ἢν βούλῃ γε σύ·
  2. ἔχω δὲ τοῦθʼ· ὅπερ οὖν ἔχω, δίδωμί σοι.
Λυσιστράτη
  1. φέρε νυν καλέσω καταβᾶσά σοι.
Κινησίας
  1. ταχύ νυν πάνυ.
  2. ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,
  3. ἐξ οὗπερ αὕτη ʼξῆλθεν ἐκ τῆς οἰκίας·
  4. ἀλλʼ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ
  5. εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις
  6. χάριν οὐδεμίαν οἶδʼ ἐσθίων· ἔστυκα γάρ.
Μυρρίνη
  1. φιλῶ φιλῶ ʼγὼ τοῦτον· ἀλλʼ οὐ βούλεται
  2. ὑπʼ ἐμοῦ φιλεῖσθαι. σὺ δʼ ἐμὲ τούτῳ μὴ κάλει.
Κινησίας
  1. ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;
  2. κατάβηθι δεῦρο.