Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀμέλει ποιήσω ταῦτʼ ἐγώ.
Λυσιστράτη
  1. καὶ μὴν ἐγὼ
  2. ξυνηπεροπεύσω σοι παραμένουσʼ ἐνθαδί,
  3. καὶ ξυσταθεύσω τοῦτον. ἀλλʼ ἀπέλθετε.
Κινησίας
  1. οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει
  2. χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.
Λυσιστράτη
  1. τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;
Κινησίας
  1. ἐγώ.
Λυσιστράτη
  1. ἀνήρ;
Κινησίας
  1. ἀνὴρ δῆτʼ.
Λυσιστράτη
  1. οὐκ ἄπει δῆτʼ ἐκποδών;
Κινησίας
  1. σὺ δʼ εἶ τίς ἡκβάλλουσά μʼ;
Λυσιστράτη
  1. ἡμεροσκόπος.
Κινησίας
  1. πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.
Λυσιστράτη
  1. ἰδοὺ καλέσω ʼγὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;
Κινησίας
  1. ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.
Λυσιστράτη
  1. ὦ χαῖρε φίλτατʼ· οὐ γὰρ ἀκλεὲς τοὔνομ
  2. τὸ σὸν παρʼ ἡμῖν ἐστιν οὐδʼ ἀνώνυμον.
  3. ἀεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα.
  4. κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳ