Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις
- καίπερ οὔσης γραὸς ὄντʼ αὐτὸν
- κομήτην, ἀλλʼ ἀπεψιλωμένον
- τῷ λύχνῳ.
- ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρʼ ὡς ἐμὲ
- ταχέως.
- τί δʼ ἔστιν; εἰπέ μοι τίς ἡ βοή;
- ἄνδρʼ ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον,
- τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.
- ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου
- μεδέουσʼ, ἴθʼ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.
- ποῦ δʼ ἐστὶν ὅστις ἐστί;
- παρὰ τὸ τῆς Χλόης.
- ὢ νὴ Δίʼ ἔστι δῆτα. τίς κἀστίν ποτε;
- ὁρᾶτε· γιγνώσκει τις ὑμῶν;
- νὴ Δία
- ἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.
- σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν
- κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,
- καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.