Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- Ἀναγυρουντόθεν.
- νὴ τὸν Δία·
- ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
- μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;
- τί φῄς; τί σιγᾷς;
- οὔ σʼ ἐπαινῶ Μυρρίνη
- ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
- μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
- ἀλλʼ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
- μὰ Δίʼ ἀλλʼ ἐπαναμείνωμεν ὀλίγου γʼ οὕνεκα
- τάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
- γυναῖκας ἐλθεῖν.
- πολὺ σὺ κάλλιον λέγεις.
- ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
- ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
- οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
- ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
- κἂν ταῦρον ἄγχοις.
- μάλα γʼ οἰῶ ναὶ τὼ σιώ·
- γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.