Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ Μυρωνίδης γὰρ ἦν
  2. τραχὺς ἐντεῦθεν μελάμπυγός
  3. τε τοῖς ἐχθροῖς ἅπασιν,
  4. ὥς δὲ καὶ Φορμίων.
Χορὸς Γυναικῶν
  1. κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν ἀντιλέξαι
  2. τῷ Μελανίωνι.
  3. Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν
  4. ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος,
  5. Ἐρινύων ἀπορρώξ.
  6. οὗτος οὖν ὁ Τίμων
  7. ---
  8. ᾤχεθʼ ὑπὸ μίσους
  9. πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.
  10. οὕτω ʼκεῖνος ὑμῶν ἀντεμίσει
  11. τοὺς πονηροὺς ἄνδρας ἀεί,
  12. ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.
Γυνή
  1. τὴν γνάθον βούλει θένω;
γέρων
  1. μηδαμῶς· †ἔδεισά γε.†
Γυνή
  1. ἀλλὰ κρούσω τῷ σκέλει;
γέρων
  1. τὸν σάκανδρον ἐκφανεῖς.