Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὦ πάντες θεοί,
  2. μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,
  3. ἀλλʼ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ
  4. ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.
Χορὸς γερόντων
  1. μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν, ὅν ποτʼ ἤκουσʼ
  2. αὐτὸς ἔτι παῖς ὤν.
  3. οὕτως ἦν νεανίσκος Μελανίων τις,
  4. ὃς φεύγων γάμον ἀφίκετʼ ἐς ἐρημίαν,
  5. κἀν τοῖς ὄρεσιν ᾤκει·
  6. κᾆτʼ ἐλαγοθήρει
  7. πλεξάμενος ἄρκυς,
  8. καὶ κύνα τινʼ εἶχεν,
  9. κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους.
  10. οὕτω τὰς γυναῖκας ἐβδελύχθη
  11. ʼκʼεῖνος, ἡμεῖς τʼ οὐδὲν ἧττον
  12. τοῦ Μελανίωνος οἱ σώφρονες.
γέρων
  1. βούλομαί σε γραῦ κύσαι—
Γυνή
  1. κρόμμυόν τἄρʼ οὐκ ἔδει.
γέρων
  1. κἀνατείνας λακτίσαι.
Γυνή
  1. τὴν λόχμην πολλὴν φορεῖς.