Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ποίων σέων;
  2. οὐκ εἶ πάλιν;
Γυνὴ Α.
  1. ἀλλʼ ἥξω ταχέως νὴ τὼ θεὼ
  2. ὅσον διαπετάσασʼ ἐπὶ τῆς κλίνης μόνον.
Λυσιστράτη
  1. μὴ διαπετάννυ, μηδʼ ἀπέλθῃς μηδαμῇ.
Γυνὴ Α.
  1. ἀλλʼ ἐῶ ʼπολέσθαι τἄριʼ;
Λυσιστράτη
  1. ἢν τούτου δέῃ.
Γυνὴ Β.
  1. τάλαινʼ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,
  2. ἣν ἄλοπον οἴκοι καταλέλοιφʼ.
Λυσιστράτη
  1. αὕθἠτέρα
  2. ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
  3. χώρει πάλιν δεῦρʼ.
Γυνὴ Β.
  1. ἀλλὰ νὴ τὴν Φωσφόρον
  2. ἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι.
Λυσιστράτη
  1. μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,
  2. ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.
Γυνὴ Γ
  1. ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου,
  2. ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.
Λυσιστράτη
  1. τί ταῦτα ληρεῖς;
Γυνὴ Γ
  1. αὐτίκα μάλα τέξομαι.