Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές.
- ἀλλὰ τήμερον.
- ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη
- ἀπόπεμψον ὡς τάχιστα.
- τίνα λόγον λέγεις;
- τί τοῦτʼ ἔχεις τὸ σκληρόν;
- ἄρρεν παιδίον.
- μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίον
- ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ.
- ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆν
- κυεῖν ἔφασκες;
- καὶ κυῶ γε νὴ Δία.
- τί δῆτα ταύτην εἶχες;
- ἵνα μʼ εἰ καταλάβοι
- ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆν
- ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.
- τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα.
- οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
- ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει,
- ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.