Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τί δʼ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.
Λυσιστράτη
  1. ἀλλʼ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
Χορὸς Γυναικῶν
  1. μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.
Λυσιστράτη
  1. βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.
Χορὸς Γυναικῶν
  1. ἰὼ Ζεῦ.
Λυσιστράτη
  1. τί Ζῆνʼ ἀυτεῖς; ταῦτα δʼ οὖν οὕτως ἔχει.
  2. ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι
  3. οἵα τʼ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.
  4. τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν
  5. κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,
  6. τὴν δʼ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,
  7. τὴν δʼ αὐτομολοῦσαν, τὴν δʼ ἐπὶ στρούθου †μίαν†
  8. ἤδη πέτεσθαι διανοουμένην κάτω
  9. ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.
  10. πάσας τε προφάσεις ὥστʼ ἀπελθεῖν οἴκαδε
  11. ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται.
  12. αὕτη σὺ ποῖ θεῖς;
Γυνὴ Α.
  1. οἴκαδʼ ἐλθεῖν βούλομαι.
  2. οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
  3. ὑπὸ τῶν σέων κατακοπτόμενα.