Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ
- κυάμους μέλανας.
- ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,
- αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
- οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ
- ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
- οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ,
- ὅστις ὦ δύστηνʼ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
- ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ
- τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων,
- παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν·
- οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
- κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
- τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
- ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
- τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
- κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
- ποιεῖ μʼ ἄθυμον περιπατεῖν τʼ ἄνω κάτω.
- τί φῄς; τί φῄς;
- ἀληθῆ, ἀληθῆ.