Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖ
- ἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐν ἐντεθριῶσθαι πρέπει.
- ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι,
- νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
- πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
- εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
- οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
- ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτι
- ναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμἁς ὥσπε, Ἀρτεμισία.
- ἢν δʼ ἐφʼ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.
- ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
- κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δʼ Ἀμαζόνας σκόπει,
- ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
- ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον
- ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
- εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,
- λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω
- τήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον.
- ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,
- ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.