Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μηδʼ ἀσπίδα λαβεῖν—
- Κιμμερικὸν ἐνδύσομαι.
- μηδὲ ξιφίδιον.
- κτήσομαι περιβαρίδας.
- ἆρʼ οὐ παρεῖναι τὰς γυναῖκας δῆτʼ ἐχρῆν;
- οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας ἥκειν πάλαι.
- ἀλλʼ ὦ μέλʼ ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς,
- ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
- ἀλλʼ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
- οὐδʼ ἐκ Σαλαμῖνος.
- ἀλλʼ ἐκεῖναί γʼ οἶδʼ ὅτι
- ἐπὶ τῶν κελήτων διαβεβήκασʼ ὄρθριαι.
- οὐδʼ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
- πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
- γυναῖκας, οὐχ ἥκουσιν.
- ἡ γοῦν Θεογένους
- ὡς δεῦρʼ ἰοῦσα θοὐκάταιον ἤρετο.
- ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
- [*](Lines 66 and 67 first part reassigned based on print edition.)αἱδί θʼ ἕτεραι χωροῦσί τινες. ἰοὺ ἰού,
- πόθεν εἰσίν;