Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τῇ πόλει χρησίμων·
  2. εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.
  3. ἑπτὰ μὲν ἔτη γεγῶσʼ εὐθὺς ἠρρηφόρουν·
  4. εἶτʼ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·
  5. κᾆτʼ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις·
  6. κἀκανηφόρουν ποτʼ οὖσα παῖς καλὴ ʼχουσʼ
  7. ἰσχάδων ὁρμαθόν·
Χορὸς Γυναικῶν
  1. ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
  2. εἰ δʼ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
  3. ἢν ἀμείνω γʼ εἰσενέγκω τῶν παρόντων πραγμάτων.
  4. τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας ἐσφέρω,
  5. τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθʼ ὑμῖν, ἐπεὶ
  6. τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
  7. εἶτʼ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς,
  8. ἀλλʼ ὑφʼ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.
  9. ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,
  10. τῷδέ γʼ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
Χορὸς γερόντων
  1. ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ ἐστὶ
  2. πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.
  3. ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.