Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- πραγμάτων μοι δοκεῖ,
- καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
- καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
- δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
- τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
- καταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν,
- ἔνθεν ἔζων ἐγώ.
- δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν,
- καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
- καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
- οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
- ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.
- ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαι
- καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί,
- ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
- ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· †αὐτὸσ† γάρ μοι γίγνεται
- τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
- οὐκ ἄρʼ εἰσιόντα σʼ οἴκαδʼ ἡ τεκοῦσα γνώσεται.
- ἀλλὰ θώμεσθʼ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί.
- ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν