Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
- ἀλλʼ ὅστις ἔτι στῦσαι δυνατὸς—
- σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;
- †χωρίον ἐστί·† σορὸν ὠνήσει·
- μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
- λαβὲ ταυτὶ καὶ στεφάνωσαι.
- καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ.
- καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.
- τοῦ δεῖ; τί ποθεῖς; χώρει ʼς τὴν ναῦν·
- ὁ Χάρων σε καλεῖ,
- σὺ δὲ κωλύεις ἀνάγεσθαι.
- εἶτʼ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστʼ ἐμέ;
- νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
- ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.
- μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;
- ἀλλʼ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ
- ἥξει παρʼ ἡμῶν τὰ τρίτʼ ἐπεσκευασμένα.
- οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος,
- ἀλλʼ ἐπαποδυώμεθʼ ἄνδρες τουτῳὶ τῷ πράγματι.
- ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων