Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους—
- βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία.
- Βοιωτίους τε πάντας ἐξολωλέναι.
- μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις.
- περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαι
- τοιοῦτον οὐδέν· ἀλλʼ ὑπονόησον σύ μοι.
- ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδε
- αἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
- ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
- τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
- ἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι,
- κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
- καὶ Κιμμερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας;
- ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ,
- τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
- χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
- τίνα δὴ τρόπον ποθʼ;
- ὥστε τῶν νῦν μηδένα
- ἀνδρῶν ἐπʼ ἀλλήλοισιν ἄρεσθαι δόρυ—
- κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.