Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ τἄλλα γε πάντʼ ἐκυκήθη.
- ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,
- ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων
- ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν.
- ἀλλὰ τί δράσεις;
- τοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.
- ὑμεῖς ταμιεύσετε τἀργύριον;
- τί δὲ δεινὸν τοῦτο νομίζεις;
- οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;
- ἀλλʼ οὐ ταὐτόν.
- πῶς οὐ ταὐτόν;
- πολεμητέον ἔστʼ ἀπὸ τούτου.
- ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.
- πῶς γὰρ σωθησόμεθʼ ἄλλως;
- ἡμεῖς ὑμᾶς σώσομεν.
- ὑμεῖς;
- ἡμεῖς μέντοι.
- σχέτλιόν γε.
- ὡς σωθήσει, κἂν μὴ βούλῃ.
- δεινόν γε λέγεις.