Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐκ οἶσθα λουτρὸν οἷον αἵδʼ ἡμᾶς ἔλουσαν ἄρτι
  2. ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτʼ ἄνευ κονίας;
Χορὸς Γυναικῶν
  1. ἀλλʼ ὦ μέλʼ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ
  2. τὴν χεῖρʼ· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.
  3. ἐπεὶ ʼθέλω ʼγὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,
  4. λυποῦσα μηδένʼ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,
  5. ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
Χορὸς γερόντων
  1. ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις;
  2. ουʼ γὰρ ἔτʼ ἀνεκτὰ τάδε γʼ, ἀλλὰ βασανιστέον
  3. τόδε σοι τὸ πάθος μετʼ ἐμοῦ
  4. ὅ τι βουλόμεναί ποτε τὴν
  5. Κραναὰν κατέλαβον, ἐφʼ ὅ τι τε
  6. μεγαλόπετρον ἄβατον ἀκρόπολιν
  7. ἱερὸν τέμενος.
Χορὸς γερόντων
  1. ἀλλʼ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους,
  2. ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.
Πρόβουλος
  1. καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
  2. ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.
Λυσιστράτη
  1. ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό.
Πρόβουλος
  1. διὰ τἀργύριον πολεμοῦμεν γάρ;