Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀγανακτεῖς.
- ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως.
- νὴ τὴν Δήμητρʼ ἄδικόν γε.
- σωστέον ὦ τᾶν.
- κεἰ μὴ δέομαι;
- τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.
- ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν;
- ἡμεῖς φράσομεν.
- λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,
- ἀκροῶ δή,
- καὶ τὰς χεῖρας πειρῶ κατέχειν.
- ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ
- ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.
- κλαύσει τοίνυν πολὺ μᾶλλον.
- τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε.
- ταῦτα ποιήσω.
- ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα †
- ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε.
- οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς.
- ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι