Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
- ξυνταξάμενοι.
- νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα
- ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι
- μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
- ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.
- ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν,
- ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
- ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
- οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε;
- οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε;
- παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
- οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
- ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
- ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
- χολὴν ἐνεῖναι;
- νὴ τὸν Ἀπόλλω καὶ μάλα
- πολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ.
- ὦ πόλλʼ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς,
- τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;