Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
- οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
- ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης;
- ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
- εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
- ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.
- ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
- καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;
- εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
- τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
- ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης;
- ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
- εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν
- ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
- τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
- παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.
- εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
- ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
- οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.
- ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα