Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη
  2. αἰαῖ Ἄδωνιν φησίν, ὁ δὲ Δημόστρατος
  3. ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων·
  4. ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους
  5. κόπτεσθʼ Ἄδωνιν φησίν· ὁ δʼ ἐβιάζετο
  6. ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
  7. τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα.
Χορὸς γερόντων
  1. τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;
  2. αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδων
  3. ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
  4. σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.
Πρόβουλος
  1. νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
  2. ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
  3. ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,
  4. τοιαῦτʼ ἀπʼ αὐτῶν βλαστάνει βουλεύματα.
  5. οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·
  6. ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
  7. ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
  8. ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
  9. ἐμοὶ μὲν οὖν ἔστʼ ἐς Σαλαμῖνα πλευστέα·