Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γʼ ἐγὼ παρέξω.
Χορὸς γερόντων
  1. ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;
Χορὸς Γυναικῶν
  1. καὶ ταῦτα νυμφικόν γε.
Χορὸς γερόντων
  1. ἤκουσας αὐτῆς τοῦ θράσους;
Χορὸς Γυναικῶν
  1. ἐλευθέρα γάρ εἰμι.
Χορὸς γερόντων
  1. σχήσω σʼ ἐγὼ τῆς νῦν βοῆς.
Χορὸς Γυναικῶν
  1. ἀλλʼ οὐκέθʼ ἡλιάζει.
Χορὸς γερόντων
  1. ἔμπρησον αὐτῆς τὰς κόμας.
Χορὸς Γυναικῶν
  1. σὸν ἔργον ὦχελῷε.
Χορὸς γερόντων
  1. οἴμοι τάλας.
Χορὸς Γυναικῶν
  1. μῶν θερμὸν ἦν;
Χορὸς γερόντων
  1. ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
Χορὸς Γυναικῶν
  1. ἄρδω σʼ ὅπως ἂν βλαστάνῃς.
Χορὸς γερόντων
  1. ἀλλʼ αὖός εἰμʼ ἤδη τρέμων.
Χορὸς Γυναικῶν
  1. οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
Πρόβουλος
  1. ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ
  2. χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
  3. ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
  4. οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
  5. ἔλεγε δʼ ὁ μὴ ὥρασι μὲν Δημόστρατος