Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐς πόλιν ὡς τριτάλαντον βάρος,
  2. δεινότατʼ ἀπειλοῦντας ἐπῶν
  3. ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν·
  4. ἃς ὦ θεὰ μή ποτʼ ἐγὼ πιμπραμένας ἴδοιμι,
  5. ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ
  6. πολίτας,
  7. ἐφʼ οἷσπερ ὦ χρυσολόφα
  8. πολιοῦχε σὰς ἔσχον ἕδρας.
  9. καί σε καλῶ ξύμμαχον ὦ
  10. Τριτογένειʼ, εἴ τις ἐκείνας
  11. ὑποπίμπρησιν ἀνήρ,
  12. φέρειν ὕδωρ μεθʼ ἡμῶν.
Χορὸς Γυναικῶν
  1. ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι·
  2. οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.
Χορὸς γερόντων
  1. τουτὶ τὸ πρᾶγμʼ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·
  2. ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
Χορὸς Γυναικῶν
  1. τί βδύλλεθʼ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
  2. καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν.
Χορὸς γερόντων
  1. ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
  2. οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;