Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες
  2. ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.
Χορὸς Γυναικῶν
  1. πέτου πέτου Νικοδίκη,
  2. πρὶν ἐμπεπρῆσθαι Καλύκην
  3. τε καὶ Κρίτυλλαν περιφυσήτω
  4. †ὑπό τε νόμων † ἀργαλέων
  5. ὑπό τε γερόντων ὀλέθρων.
  6. ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ.
  7. νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία
  8. μόλις ἀπὸ κρήνης ὑπʼ ὄχλου καὶ θορύβου καὶ πατάγου
  9. χυτρείου,
  10. δούλαισιν ὠστιζομένη
  11. ---
  12. στιγματίαις θʼ, ἁρπαλέως
  13. ἀραμένη ταῖσιν ἐμαῖς
  14. δημότισιν καομέναις
  15. φέρουσʼ ὕδωρ βοηθῶ.
Χορὸς Γυναικῶν
  1. ἤκουσα γὰρ τυφογέροντας
  2. ἄνδρας ἔρρειν, στελέχη
  3. φέροντας ὥσπερ βαλανεύσοντας