Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρʼ ἐκύπτασεν,
  2. ἡ δʼ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
  3. κατέκλινεν, ἡ δʼ ἔλουσεν, ἡ δʼ ἐψώμισεν.
Λυσιστράτη
  1. ἀλλʼ ἕτερά τἄρʼ ἦν τῶνδε προὐργιαίτερα
  2. αὐταῖς.
Καλονίκη
  1. τί δʼ ἐστὶν ὦ φίλη Λυσιστράτη,
  2. ἐφʼ ὅ τι ποθʼ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
  3. τί τὸ πρᾶγμα; πηλίκον τι;
Λυσιστράτη
  1. μέγα.
Καλονίκη
  1. μῶν καὶ παχύ;
Λυσιστράτη
  1. καὶ νὴ Δία παχύ.
Καλονίκη
  1. κᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτη
  1. οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.
  2. ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένον
  3. πολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονίκη
  1. ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστράτη
  1. οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδος
  2. ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Καλονίκη
  1. ἐν ταῖς γυναιξίν; ἐπʼ ὀλίγου γʼ ὠχεῖτʼ ἄρα.
Λυσιστράτη
  1. ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,