Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
- καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
- δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
- τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
- εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
- καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.
- ἐᾶτε πρώτην μʼ ὦ γυναῖκες ὀμνύναι.
- μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.
- λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·
- λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω·
- ὑμεῖς δʼ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
- οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
- οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
- ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.
- ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ
- ὑπολύεταί μου τὰ γόνατʼ ὦ Λυσιστράτη.
- οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
- οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
- κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—
- κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—