Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
- ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
- κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
- κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
- ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
- ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
- κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
- κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
- οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
- οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
- οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
- οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
- ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
- ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
- εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
- εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
- συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι;
- νὴ Δία.
- φέρʼ ἐγὼ καθαγίσω τήνδε.
- τὸ μέρος γʼ ὦ φίλη,