Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- Λυσιστράτη
- τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς;
- ὅντινα;
- εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ,
- μηλοσφαγούσας.
- μὴ σύ γʼ ὦ Λυσιστράτη
- εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
- τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος;
- εἰ λευκόν ποθεν
- ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.
- ποῖ λευκὸν ἵππον;
- ἀλλὰ πῶς ὀμούμεθα
- ἡμεῖς;
- ἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.
- θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
- μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
- ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.
- φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
- φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
- ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.