Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
Λαμπιτώ
  1. καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
  2. παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν·
  3. τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον
  4. πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
Λυσιστράτη
  1. ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.
Λαμπιτώ
  1. οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες,
  2. καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
Λυσιστράτη
  1. ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον·
  2. καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
  3. ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
  4. ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
  5. θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
Λαμπιτώ
  1. παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.
Λυσιστράτη
  1. τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖ
  2. ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
Λαμπιτώ
  1. πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
Λυσιστράτη
  1. καλῶς λέγεις. ποῦ ʼσθʼ ἡ Σκύθαινα; ποῖ βλέπεις;
  2. θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
  3. καί μοι δότω τὰ τόμιά τις.