Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Λυσιστράτη
    1. ἀλλʼ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
    2. ἢ ʼς Πανὸς ἢ ʼπὶ Κωλιάδʼ ἢ ʼς Γενετυλλίδος,
    3. οὐδʼ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
    4. νῦν δʼ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
    5. πλὴν ἥ γʼ ἐμὴ κωμῆτις ἥδʼ ἐξέρχεται.
    6. χαῖρʼ ὦ Καλονίκη.
    Καλονίκη
    1. καὶ σύ γʼ ὦ Λυσιστράτη.
    2. τί συντετάραξαι; μὴ σκυθρώπαζʼ ὦ τέκνον.
    3. οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
    Λυσιστράτη
    1. ἀλλʼ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
    2. καὶ πόλλʼ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
    3. ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
    4. εἶναι πανοῦργοι—
    Καλονίκη
    1. καὶ γάρ ἐσμεν νὴ Δία.
    Λυσιστράτη
    1. εἰρημένον δʼ αὐταῖς ἀπαντᾶν ἐνθάδε
    2. βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
    3. εὕδουσι κοὐχ ἥκουσιν.
    Καλονίκη
    1. ἀλλʼ ὦ φιλτάτη
    2. ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.