Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
- ἄλλʼ ἄλλʼ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸς
- ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.
- οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.
- τί δαὶ σύ;
- κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
- ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
- οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
- οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
- ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ
- μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν,
- ξυμψήφισαί μοι.
- χαλεπὰ μὲν ναὶ τὼ σιὼ
- γυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
- ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.
- ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
- εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις,
- ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
- γένοιτʼ ἂν εἰρήνη;
- πολύ γε νὴ τὼ θεώ.