Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ
  2. στήτω παρʼ ἄνδρα, κᾆτʼ ἐπʼ ἀγαθαῖς συμφοραῖς
  3. ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα
  4. τὸ λοιπὸν αὖθις μὴ ʼξαμαρτάνειν ἔτι.
Χορὸς Ἀθηναίων
  1. πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας,
  2. ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,
  3. ἐπὶ δὲ δίδυμον ἀγέχορον
  4. Ἰήιον
  5. εὔφρονʼ, ἐπὶ δὲ Νύσιον,
  6. ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται,
  7. Δία τε πυρὶ φλεγόμενον, ἐπί τε
  8. πότνιαν ἄλοχον ὀλβίαν·
  9. εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι
  10. χρησόμεθʼ οὐκ ἐπιλήσμοσιν
  11. Ἡσυχίας πέρι τῆς ἀγανόφρονος,
  12. ἣν ἐποίησε θεὰ Κύπρις.
  13. ἀλαλαὶ ἰὴ παιήων·
  14. αἴρεσθʼ ἄνω ἰαί,
  15. ὡς ἐπὶ νίκῃ ἰαί.
  16. εὐοῖ εὐοῖ, εὐαί εὐαί.