Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πρὤκροον σιοείκελοι
  2. ποττὰ κᾶλα τὼς Μήδως τʼ ἐνίκων,
  3. ἁμὲ δʼ αὖ Λεωνίδας
  4. ἆγεν ᾇπερ τὼς κάπρως
  5. θάγοντας οἰῶ τὸν ὀδόντα·
  6. πολὺς δʼ ἀμφὶ τὰς γένυας ἀφρὸς † ἤνσει †,
  7. πολὺς δʼ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο.
  8. ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως
  9. τᾶς ψάμμας τοὶ Πέρσαι.
  10. ἀγροτέρα σηροκτόνε
  11. μόλε δεῦρο παρσένε σιὰ
  12. ποττὰς σπονδάς,
  13. ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον.
  14. νῦν δʼ αὖ φιλία τʼ αἰὲς εὔπορος εἴη
  15. ταῖς συνθήκαις,
  16. καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα.
  17. ὢ δεῦρʼ ἴθι δεῦρʼ ὦ
  18. κυναγὲ παρσένε.
Ἀθηναῖος
  1. ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς,
  2. ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε